Versió Greque

Κόραξ καὶ ἀλώπηξ.

Κόραξ κρέας ἁρπάσας ἐπί τινος δένδρου ἐκάθισεν. Ἀλώπηξ δὲ
θεασαμένη αὐτὸν καὶ βουλομένη τοῦ κρέατος περιγενέσθαι στᾶσα
ἐπῄνει αὐτὸν ὡς εὐμεγέθη τε καὶ καλόν, λέγουσα καὶ ὡς πρέπει αὐτῷ
μάλιστα τῶν ὀρνέων βασιλεύειν, καὶ τοῦτο πάντως ἂν ἐγένετο, εἰ
φωνὴν ἔχειν. Ὁ δὲ παραστῆσαι αὐτῇ θέλων ὅτι καὶ φωνὴν ἔχει,
ἀποβαλὼν τὸ κρέας μεγάλα ἐκεκράγει. Ἐκείνη δὲ προσδραμοῦσα καὶ
τὸ κρέας ἁρπάσασα ἔφη· " Ὦ κόραξ, καὶ φρένας εἰ εἶχες, οὐδὲν ἂν
ἐδέησας εἰς τὸ πάντων σε βασιλεῦσαι." Πρὸς ἄνδρα ἀνόητον ὁ λόγος εὔκαιρος.